0 notes &
α. ‘Η ῥ᾽ ὑπὸ σοὶ Χαρίδας ἀναπαύεται;
β. Εἰ τὸν Ἀρίμμα τοῦ Κυρηναίου παῖδα λέγεις, ὑπ᾽ ἐμοί.
α. Ὦ Χαρίδα, τί τὰ νέρθε;
γ. Πολὺ σκότος.
α. Αἱ δ᾽ ἄνοδοι τί;
γ. Ψεῦδος.
α. Ὁ δὲ Πλούτων;
γ. Μῦθος.
α. Ἀπωλόμεθα.
γ. Οὗτος ἐμὸς λόγος ὔμμιν ἀληθινός· εἰ δὲ τὸν ἡδύν βούλει, πελλαίου βοῦς μέγας εἰν ἀΐδῃ.